Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.494 Joseph. BJ 3.500 (English) >>Joseph. BJ 3.508

3.498δέος δὲ πρὸς τὴν τόλμαν αὐτοῦ τοῖς ἐπὶ τῶν τειχῶν ἐνέπεσεν, καὶ μάχεσθαι μὲν διακωλύειν οὐδεὶς ὑπέμεινεν, λιπόντες δὲ τὴν φρουρὰν οἱ μὲν περὶ τὸν Ἰησοῦν διὰ τῆς χώρας ἔφευγον, 3.499οἱ δʼ ἐπὶ τὴν λίμνην καταθέοντες ὑπαντιάζουσιν τοῖς πολεμίοις περιέπιπτον· ἐκτείνοντο δʼ οἱ μὲν ἐπιβαίνοντες τῶν σκαφῶν, οἱ δὲ τοῖς ἀναχθεῖσιν προσπίπτειν πειρώμενοι.

-- --

πολὺς δὲ τῶν κατὰ τὴν πόλιν ἦν φόνος, 3.500τῶν μὲν ἐπηλύδων ὅσοι μὴ διαφυγεῖν ἔφθασαν ἀντιτασσομένων, ἀμαχητὶ δὲ τῶν ἐπιχωρίων· κατὰ γὰρ ἐλπίδα δεξιᾶς καὶ τὸ συνειδὸς τοῦ μὴ βεβουλεῦσθαι πολεμεῖν μάχης ἀπετρέποντο, 3.501μέχρι Τίτος τοὺς μὲν αἰτίους ἀνελών, οἰκτείρας δὲ τοὺς ἐπιχωρίους ἀνεπαύσατο φόνου. 3.502καὶ οἱ μὲν εἰς τὴν λίμνην καταφυγόντες ἐπεὶ τὴν πόλιν εἶδον ἑαλωκυῖαν, ὡς πορρωτάτω τῶν πολεμίων ἀνήχθησαν· 3.503

Τίτος δʼ ἐκπέμψας τινὰ τῶν ἱππέων εὐαγγελίζεται τῷ πατρὶ τὸ ἔργον. 3.504 δʼ, ὡς εἰκός, ὑπερησθεὶς τῇ τε τοῦ παιδὸς ἀρετῇ καὶ τῷ κατορθώματι, μεγίστη γὰρ ἐδόκει καθῃρῆσθαι μοῖρα τοῦ πολέμου, τότε μὲν ἐλθὼν περισχόντας τὴν πόλιν φρουρεῖν ἐκέλευσεν, ὡς μὴ διαλάθοι τις ἐξ αὐτῆς, καὶ κτείνειν προσέταξεν 3.505τῇ δʼ ὑστεραίᾳ πρὸς τὴν λίμνην καταβὰς σχεδίας ἐκέλευσεν πήσσειν ἐπὶ τοὺς καταπεφευγότας· αἱ δʼ ἐγίνοντο ταχέως ἀφθονίᾳ τε ὕλης καὶ πλήθει τεχνιτῶν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.494 Joseph. BJ 3.500 (English) >>Joseph. BJ 3.508

Powered by PhiloLogic